Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.17 | Dem. 45.21 (English) | >>Dem. 45.23 |
45.19οἱδὶ δὲ τῇ προκλήσει χρησάμενοι παραπετάσματι διαθήκας ἐμαρτύρησαν , ὡς ἂν μάλισθʼ οἱ <μὲν > δικασταὶ ταύτην τὴν διαθήκην ἐπίστευσαν τοῦ πατρὸς εἶναι , ἐγὼ δʼ ἀπεκλείσθην τοῦ λόγου τυχεῖν ὑπὲρ ὧν ἀδικοῦμαι , οὗτοι δὲ φωραθεῖεν τὰ ψευδῆ μεμαρτυρηκότες . καίτοι τό γʼ ἐναντίον ᾤοντο τούτου . ἵνα δʼ εἰδῆτε ταῦθʼ ὅτι ἀληθῆ λέγω , λαβὲ τὴν τοῦ Κηφισοφῶντος μαρτυρίαν .οὐκοῦν ἦν ἁπλοῦν , ὦ ἄνδρες δικασταί , τὸν ταῦτα μαρτυροῦντα προσμαρτυρῆσαι “εἶναι δὲ τὸ γραμματεῖον , ὃ αὐτὸς παρέχει , τοῦτο ”, καὶ τὸ γραμματεῖον ἐμβαλεῖν . ἀλλὰ τοῦτο μὲν οἶμαι τὸ ψεῦδος ἡγεῖτʼ ὀργῆς ἄξιον , καὶ δίκην ἂν ὑμᾶς παρʼ αὑτοῦ λαβεῖν , γραμματεῖον δʼ αὑτῷ καταλειφθῆναι μαρτυρῆσαι φαῦλον καὶ οὐδέν . ἔστι δὲ τοῦτʼ αὐτὸ τὸ δηλοῦν καὶ κατηγοροῦν ὅτι πᾶν τὸ πρᾶγμα κατεσκευάκασιν .
45.21εἰ μὲν γὰρ ἐπῆν ἐπὶ τῆς διαθήκης “Πασίωνος καὶ Φορμίωνος ”, ἢ “πρὸς Φορμίωνα ”, ἢ τοιοῦτό τι , εἰκότως ἂν αὐτὴν ἐτήρει τούτῳ · εἰ δέ , ὥσπερ μεμαρτύρηκεν , ἐπῆν “διαθήκη Πασίωνος ”, πῶς οὐκ ἂν ἀνῃρήμην αὐτὴν ἐγώ , συνειδὼς μὲν ἐμαυτῷ μέλλοντι δικάζεσθαι , συνειδὼς δʼ ὑπεναντίαν οὖσαν , εἴπερ ἦν τοιαύτη , τοῖς ἐμαυτῷ συμφέρουσιν , κληρονόμος δʼ ὢν καὶ ταύτης , εἴπερ ἦν τοὐμοῦ πατρός , καὶ τῶν ἄλλων <τῶν > πατρῴων ὁμοίως ;
Μαρτυρία
Κηφισοφῶν Κεφαλίωνος Ἀφιδναῖος μαρτυρεῖ καταλειφθῆναι αὑτῷ ὑπὸ τοῦ πατρὸς γραμματεῖον ,ἐφʼ ᾧ ἐπιγεγράφθαι “διαθήκη Πασίωνος .”
45.20
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 45.17 | Dem. 45.21 (English) | >>Dem. 45.23 |